Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. βροτῶν τλάμονι καὶ πανούργῳ
  2. χειρὶ—τοκεῦσι δʼ ὅμως τελεῖται.
Χορός
  1. ἐφυμνῆσαι γένοιτό μοι πυκά-
  2. εντʼ ὀλολυγμὸν ἀνδρὸς
  3. θεινομένου, γυναικός τʼ
  4. ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
  5. ποτᾶται; πάροιθεν δὲ πρῴρας
  6. δριμὺς ἄηται κραδίας
  7. θυμὸς ἔγκοτον στύγος.
Ἠλέκτρα
  1. καί πότʼ ἂν ἀμφιθαλὴς
  2. Ζεὺς ἐπὶ χεῖρα βάλοι,
  3. φεῦ φεῦ, κάρανα δαΐξας;
  4. πιστὰ γένοιτο χώρᾳ.
  5. δίκαν δʼ ἐξ ἀδίκων ἀπαιτῶ.
  6. κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
Χορός
  1. ἀλλὰ νόμος μὲν φονίας σταγόνας