Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. νιν οὕτως δαμῆναι
  2. φίλοις, θανατηφόρον αἶσαν
  3. πρόσω τινὰ πυνθάνεσθαι
  4. τῶνδε πόνων ἄπειρον.
Χορός
  1. ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
  2. μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
  3. μείζονα φωνεῖς· δύνασαι γάρ.
  4. ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
  5. δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
  6. κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
  7. χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·
  8. παισὶ δὲ μᾶλλον γεγένηται.
Ὀρέστης
  1. τοῦτο διαμπερὲς οὖς
  2. ἵκεθʼ ἅπερ τι βέλος.
  3. Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
  4. ὑστερόποινον ἄταν