Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος,
  2. εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·
  3. τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
  4. ἀποχρημάτοισι ζημίαις ταυρούμενον·
  5. αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
  6. τείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά.
  7. τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
  8. βροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους,
  9. σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
  10. λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
  11. λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ·
  12. ἄλλας τʼ ἐφώνει προσβολάς Ἐρινύων
  13. ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·
  14. τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
  15. ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
  16. καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος