Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν
  2. ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
  3. οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν
  4. πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς·
  5. οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν
  6. βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
  7. κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγαν
  8. δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
Χορός
  1. ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
  2. σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
  3. γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδε
  4. πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτε
  5. θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
Ὀρέστης
  1. οὔτοι προδώσει Λοξίου μεγασθενὴς
  2. χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
  3. κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους