Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν
  2. ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
  3. οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν
  4. πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς·
  5. οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν
  6. βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.