Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς
  2. θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
  3. οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,
  4. ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
  5. ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
  6. καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα