Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
  2. στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·
  3. καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·
  4. πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρων
  5. μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
  6. πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.
Ὀρέστης
  1. Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
  2. ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
  3. θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
  4. δεινῆς ἐχίδνης. τοὺς δʼ ἀπωρφανισμένους
  5. νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς
  6. θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
  7. οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,
  8. ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
  9. ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
  10. καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
  11. πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν
  12. ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
  13. οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν
  14. πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς·