Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις;
- αὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ.
- ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
- κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖς
- ὡς ὄντʼ Ὀρέστην τάδε σʼ ἐγὼ προσεννέπω;
- αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·
- κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸς
- ἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖς
- ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
- σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς
- σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ.
- ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
- σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.
- ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας·
- τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
- ὦ φίλτατον μέλημα δώμασιν πατρός,
- δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
- ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός.
- ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
- ἐμοί· προσαυδᾶν δʼ ἐστʼ ἀναγκαίως ἔχον