Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός.
- πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναι
- εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
- πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά.
- εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
- εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
- ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
- εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
- καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
- σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην.
- καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
- ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον.
- ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις;
- αὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ.
- ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
- κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖς