Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτου
- βροτῶν Ὀρέστου—σαίνομαι δʼ ὑπʼ ἐλπίδος.
- φεῦ.
- εἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην,
- ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,
- ἀλλʼ εὖ ʼσαφήνει τόνδʼ ἀποπτύσαι πλόκον,
- εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
- ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
- ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
- ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
- οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
- στροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
- σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν.
- καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
- ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς—
- καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,