Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον
- πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
- Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
- μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
- ἰαλτὸς ἐκ δόμων ἔβαν
- χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
- πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
- ὄνυχος ἄλοκι νεοτόμῳ·
- διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ.
- λινοφθόροι δʼ ὑφασμάτων
- λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν,
- προστέρνῳ στολμῷ
- πέπλων ἀγελάστοις
- ξυμφοραῖς πεπληγμένων.
- τορὸς δὲ Φοῖβος ὀρθόθριξ
- δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
- πνέων, ἀωρόνυκτον ἀμβόαμα
- μυχόθεν ἔλακε περὶ φόβῳ,
- γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
- κριταί τε τῶνδʼ ὀνειράτων