Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη,
  2. σωτὴρ γενοῦ μοι ξύμμαχός τʼ αἰτουμένῳ·
  3. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
  4. τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
  5. κλύειν, ἀκοῦσαι ---
  6. ---
  7. --- πλόκαμον Ἰνάχῳ θρεπτήριον.
  8. τὸν δεύτερον δὲ τόνδε πενθητήριον
  9. ---
  10. οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
  11. οὐδʼ ἐξέτεινα χεῖρʼ ἐπʼ ἐκφορᾷ νεκροῦ.
  12. ---
  13. τί χρῆμα λεύσσω; τίς ποθʼ ἥδʼ ὁμήγυρις
  14. στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
  15. πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
  16. πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
  17. ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχω
  18. χοὰς φερούσας νερτέροις μειλίγματα;
  19. οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
  20. στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ