Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει·
- κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
- λέγω καλοῦσα πατέρʼ, ἐποίκτιρόν τʼ ἐμὲ
- φίλον τʼ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;
- πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
- πρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατο
- Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
- κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
- φεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπως
- ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
- ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
- κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
- αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
- μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν.
- ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις
- λέγω φανῆναί σου, πάτερ, τιμάορον,