Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι.
- τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;
- μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως.
- εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
- τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
- τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη.
- ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—
- πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
- ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ.
- καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
- πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
- κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
- ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
- τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
- εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
- καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,