Libation Bearers Aeschylus Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902. τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.Χορόςπολλὰ μὲν γᾶ[*](γᾶ Schütz: γὰρ M) τρέφειδεινὰ [καὶ[*](καὶ seclusit Heath)] δειμάτων ἄχη,πόντιαί τ᾽ ἀγκάλαι κνωδάλωνἀνταίων βρύουσι:[*](βρύουσι Hermann: βροτοῖσι M)