Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
  2. ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
  3. νῦν[*](νῦν Blomfield: σὺν (ν in rasura) M) οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
  4. ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε:
  5. ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
  6. σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.