Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
Ὀρέστης- τίνος[*](τίνος Wellauer: τινὸς M) βορᾶς χρῄζοντα, νεογενὲς[*](νεογενὲς Turnebus: νεορενὲς M) δάκος;
Χορός- αὐτὴ προσέσχε μαζὸν[*](μαστὸν Blomfield) ἐν τὠνείρατι.[*](τὠνείρατι Porson: τ᾽ ὀνείρατι M)
Ὀρέστης- καὶ πῶς ἄτρωτον οὖθαρ ἦν[*](οὖθαρ ἦν Pauw: οὐχαρην mutatum in οὐχαριν M) ὑπὸ στύγους;[*](στύγους Schütz: στύγος M)
Χορός- ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
Ὀρέστης- οὔτοι μάταιον ἀνδρὸς ὄψανον πέλει.[*](fort. ἂν τόδ᾽ ὄψανον πέλοι Martin)