Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οἶδ᾽, ὦ τέκνον, παρῆ[*](παρῆ Proson: πάρει (ει in rasura) M) γάρ: ἔκ τ᾽ ὀνειράτων
  2. καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
  3. χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
Ὀρέστης
  1. ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;
Χορός
  1. τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
Ὀρέστης
  1. καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;