Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. θεόθεν ἔλακον[*](ἔλακον Turnebus: ἔλαχον M) ὑπέγγυοι
  2. μέμφεσθαι τοὺς γᾶς
  3. νέρθεν περιθύμως
  4. τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.
Χορός
  1. τοιάνδε χάριν ἀχάριτον[*](ἀχάριτον Elmsley: ἄχαριν M) ἀπότροπον κακῶν,
  2. ἰὼ γαῖα μαῖα,
  3. μωμένα μ᾽ ἰάλλει[*](μ᾽ ἰάλλει Pauw: μιλλεῖ M)
  4. δύσθεος γυνά. φοβοῦ-
  5. μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.[*](ἐκβαλεῖν Jacob: ἐκβάλλειν M)
  6. τί γὰρ λύτρον[*](λύτρον Canter: λυγρὸν M) πεσόντος αἵματος πέδοι;[*](πέδῳ M)
  7. ἰὼ πάνοιζυς ἑστία,
  8. ἰὼ κατασκαφαὶ δόμων.
  9. ἀνήλιοι βροτοστυγεῖς
  10. δνόφοι καλύπτουσι δόμους
  11. δεσποτῶν θανάτοισι.
Χορός
  1. σέβας δ᾽ ἄμαχον ἀδάματον[*](ἀδάματον Hermann: ἀδάμαντον M) ἀπόλεμον τὸ πρὶν
  2. δι᾽ ὤτων φρενός[*](φρενός Victorius: φρένες M) τε
  3. δαμίας περαῖνον
  4. νῦν ἀφίσταται. φοβεῖ-
  5. ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,