Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί:
- σαφῶς[*](σαφεῖς Wecklein) γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορός- ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι:
- ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
Ὀρέστης- ἄναξ Ἄπολλον, αἵδε πληθύουσι[*](πληθύουσι Turnebus: πληθύουσαι M) δή,
- κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.