Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Ὀρέστης
  1. ἆ, ἆ. δμωαὶ γυναῖκες αἵδε Γοργόνων δίκην
  2. φαιοχίτωνες καὶ πεπλεκτανημέναι
  3. πυκνοῖς δράκουσιν: οὐκέτ᾽ ἂν μείναιμ᾽[*](οὐκέτ᾽ ἂν μείναιμ᾽ Tzetzes: οὐκ ἔτ᾽ ἀμμείνοιμ᾽ M) ἐγώ.
Χορός
  1. τίνες σὲ δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,
  2. στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ[*](φόβου νικῶ Porson: φοβοῦ νικῶν M) πολύ.