Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
  2. βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
  3. λέγω κατʼ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
  4. χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
  5. κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
  6. θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
  7. βίον τελευτήσαντʼ ἐν εὐεστοῖ φίλῃ.
  8. εἰ πάντα δʼ ὣς πράσσοιμʼ ἄν, εὐθαρσὴς ἐγώ.
Κλυταιμήστρα
  1. καὶ μὴν τόδʼ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.