Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
  2. ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·
  3. μακρὰν γὰρ ἐξέτεινας· ἀλλʼ ἐναισίμως
  4. αἰνεῖν, παρʼ ἄλλων χρὴ τόδʼ ἔρχεσθαι γέρας·
  5. καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
  6. ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
  7. χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
  8. μηδʼ εἵμασι στρώσασʼ ἐπίφθονον πόρον
  9. τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·