Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
  2. πηγαὶ κατεσβήκασιν, οὐδʼ ἔνι σταγών.
  3. ἐν ὀψικοίτοις δʼ ὄμμασιν βλάβας ἔχω
  4. τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
  5. ἀτημελήτους αἰέν. ἐν δʼ ὀνείρασιν
  6. λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
  7. ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
  8. ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
  9. νῦν ταῦτα πάντα τλᾶσʼ ἀπενθήτῳ φρενὶ