Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,
- ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε.
- τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος
- Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα
- ἐμοὶ προφωνῶν, τόν θʼ ὑπʼ Ἰλίῳ σέθεν
- κίνδυνον, εἴ τε δημόθρους ἀναρχία
- βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
- βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
- τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.