Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- μίμνομεν ἰσχὺν
- ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
- ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
- ἐντὸς ἀνᾴσσων
- ἰσόπρεσβυς, Ἄρης δʼ οὐκ ἔνι χώρᾳ,
- τό θʼ ὑπέργηρων φυλλάδος ἤδη
- κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
- στείχει, παιδὸς δʼ οὐδὲν ἀρείων
- ὄναρ ἡμερόφαντον ἀλαίνει.