Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. διακναιομένης τʼ ἐν προτελείοις
  2. κάμακος θήσων Δαναοῖσι
  3. Τρωσί θʼ ὁμοίως. ἔστι δʼ ὅπη νῦν
  4. ἔστι· τελεῖται δʼ ἐς τὸ πεπρωμένον·
  5. οὔθʼ ὑποκαίων οὔθʼ ὑπολείβων
  6. οὔτε δακρύων ἀπύρων ἱερῶν
  7. ὀργὰς ἀτενεῖς παραθέλξει.
  8. ἡμεῖς δʼ ἀτίται σαρκὶ παλαιᾷ
  9. τῆς τότʼ ἀρωγῆς ὑπολειφθέντες