Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
  2. ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.
  3. λόγοις τοιούτοις πλαγκτὸς οὖσʼ ἐφαινόμην.
  4. ὅμως δʼ ἔθυον, καὶ γυναικείῳ νόμῳ
  5. ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
  6. ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
  7. θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
  8. καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;
  9. ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.