Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. Διὸς τόδʼ ἐκπράξασα.πάντʼ ἔχεις λόγον.
Χορός
  1. νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·
  2. ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.
  3. δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
  4. εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
Κλυταιμήστρα
  1. ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
  2. ὅτʼ ἦλθʼ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
  3. φράζων ἅλωσιν Ἰλίου τʼ ἀνάστασιν.
  4. καί τίς μʼ ἐνίπτων εἶπε, φρυκτωρῶν δία