Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- φλέγουσαν· ἔστʼ ἔσκηψεν εὖτʼ ἀφίκετο
- Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
- κἄπειτʼ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
- φάος τόδʼ οὐκ ἄπαππον Ἰδαίου πυρός.
- τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
- ἄλλος παρʼ ἄλλου διαδοχαῖς πληρούμενοι·
- νικᾷ δʼ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
- τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
- ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
- θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
- λόγους δʼ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
- διηνεκῶς θέλοιμʼ ἂν ὡς λέγοις πάλιν.
- Τροίαν Ἀχαιοὶ τῇδʼ ἔχουσʼ ἐν ἡμέρᾳ.
- οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
- ὄξος τʼ ἄλειφά τʼ ἐγχέας ταὐτῷ κύτει
- διχοστατοῦντʼ ἄν, οὐ φίλω, προσεννέποις.
- καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
- φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
- οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
- ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων