Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ---πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
- σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
- ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳ
- νικώμενος παρῆκεν ἀγγέλου μέρος·
- ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰς
- Μεσσαπίου φύλαξι σημαίνει μολόν.
- οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
- γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
- σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη,
- ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
- φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
- ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
- φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
- φρουρὰ πλέον καίουσα τῶν εἰρημένων·
- λίμνην δʼ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
- ὄρος τʼ ἐπʼ Αἰγίπλαγκτον ἐξικνούμενον
- ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
- πέμπουσι δʼ ἀνδαίοντες ἀφθόνῳ μένει
- φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
- πορθμοῦ κάτοπτον πρῶνʼ ὑπερβάλλειν πρόσω