Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θυτὴρ γενέσθαι θυγατρός,
- γυναικοποίνων πολέμων ἀρωγὰν
- καὶ προτέλεια ναῶν.
- λιτὰς δὲ καὶ κληδόνας πατρῴους
- παρʼ οὐδὲν αἰῶ τε παρθένειον
- ἔθεντο φιλόμαχοι βραβῆς.
- φράσεν δʼ ἀόζοις πατὴρ μετʼ εὐχὰν
- δίκαν χιμαίρας ὕπερθε βωμοῦ
- πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ