Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- παρθενίου θʼ αἵματος ὀρ-
- γᾷ περιόργως ἐπιθυ-
- μεῖν θέμις. εὖ γὰρ εἴη.
- ἐπεὶ δʼ ἀνάγκας ἔδυ λέπαδνον
- φρενὸς πνέων δυσσεβῆ τροπαίαν
- ἄναγνον ἀνίερον, τόθεν
- τὸ παντότολμον φρονεῖν μετέγνω.
- βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
- τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δʼ οὖν