Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
Χορός
  1. Αἴγισθʼ, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
  2. σὺ δʼ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
  3. μόνος δʼ ἔποικτον τόνδε βουλεῦσαι φόνον·
  4. οὔ φημʼ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα
  5. δημορριφεῖς, σάφʼ ἴσθι, λευσίμους ἀράς.
Αἴγισθος
  1. σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
  2. κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
  3. γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ