Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
  2. ἐκ τῶνδέ σοι πεσόντα τόνδʼ ἰδεῖν πάρα.
  3. κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
  4. τρίτον γὰρ ὄντα μʼ ἐπὶ δυσαθλίῳ πατρὶ
  5. συνεξελαύνει τυτθὸν ὄντʼ ἐν σπαργάνοις·
  6. τραφέντα δʼ αὖθις ἡ δίκη κατήγαγεν.
  7. καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
  8. πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
  9. οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,