Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- οὐ σὲ προσήκει τὸ μέλημʼ ἀλέγειν
- τοῦτο· πρὸς ἡμῶν
- κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
- οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
- ἀλλʼ Ἰφιγένειά νιν ἀσπασίως
- θυγάτηρ, ὡς χρή,
- πατέρʼ ἀντιάσασα πρὸς ὠκύπορον
- πόρθμευμʼ ἀχέων
- περὶ χεῖρε βαλοῦσα φιλήσει.