Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- δροίτης κατέχοντα χάμευναν.
- τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
- ἦ σὺ τόδʼ ἔρξαι τλήσῃ, κτείνασʼ
- ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
- ψυχῇ τʼ ἄχαριν χάριν ἀντʼ ἔργων
- μεγάλων ἀδίκως ἐπικρᾶναι;
- τίς δʼ ἐπιτύμβιον αἶνον ἐπʼ ἀνδρὶ θείῳ
- σὺν δακρύοις ἰάπτων
- ἀληθείᾳ φρενῶν πονήσει;