Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- —κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
- ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δʼ ἀκμή.—
- —ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὡς
- τυραννίδος σημεῖα πράσσοντες πόλει.—
- —χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
- πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.—
- —οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
- τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—
- —κἀγὼ τοιοῦτός εἰμʼ, ἐπεὶ δυσμηχανῶ