Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.
- σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
- ὤμοι μάλʼ αὖθις, δευτέραν πεπληγμένος.
- τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.
- ἀλλὰ κοινωσώμεθʼ ἤν πως ἀσφαλῆ βουλεύματα.
- —ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
- πρὸς δῶμα δεῦρʼ ἀστοῖσι κηρύσσειν βοήν.—
- —ἐμοὶ δʼ ὅπως τάχιστά γʼ ἐμπεσεῖν δοκεῖ
- καὶ πρᾶγμʼ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—