Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
  2. φίλων ὑπʼ ἐχθρῶν οὐ διχορρόπως, μάτην—
  3. καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
  4. πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—
  5. καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
  6. ἀπήγαγʼ ἐς τοιάσδε θανασίμους τύχας.
  7. βωμοῦ πατρῴου δʼ ἀντʼ ἐπίξηνον μένει,
  8. θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
  9. οὐ μὴν ἄτιμοί γʼ ἐκ θεῶν τεθνήξομεν.