Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον
  2. ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.
  3. τί δῆτʼ ἐμαυτῆς καταγέλωτʼ ἔχω τάδε,
  4. καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
  5. σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
  6. ἴτʼ ἐς φθόρον· πεσόντα γʼ ὧδʼ ἀμείβομαι.
  7. ἄλλην τινʼ ἄτης ἀντʼ ἐμοῦ πλουτίζετε.
  8. ἰδοὺ δʼ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
  9. χρηστηρίαν ἐσθῆτʼ, ἐποπτεύσας δέ με