Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
  2. κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
  3. μεῖζον· φρενώσω δʼ οὐκέτʼ ἐξ αἰνιγμάτων.
  4. καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
  5. ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
  6. τὴν γὰρ στέγην τήνδʼ οὔποτʼ ἐκλείπει χορὸς
  7. ξύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.
  8. καὶ μὴν πεπωκώς γʼ, ὡς θρασύνεσθαι πλέον,
  9. βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,