Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐγὼ δὲ θερμόνους τάχʼ ἐν πέδῳ βαλῶ.
Χορός
  1. ἑπόμενα προτέροισι τάδʼ ἐφημίσω.
  2. καί τίς σε κακοφρονῶν τίθη-
  3. σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
  4. μελίζειν πάθη γοερὰ θανατοφόρα.
  5. τέρμα δʼ ἀμηχανῶ.
Κασάνδρα
  1. καὶ μὴν ὁ χρησμὸς οὐκέτʼ ἐκ καλυμμάτων
  2. ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·
  3. λαμπρὸς δʼ ἔοικεν ἡλίου πρὸς ἀντολὰς