Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- Φύλαξ
- θεοὺς μὲν αἰτῶ τῶνδʼ ἀπαλλαγὴν πόνων
- φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
- στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
- ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
- καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
- λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
- ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.
- καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,
- αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
- ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ
- γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
- εὖτʼ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τʼ ἔχω
- εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
- ἐμήν· φόβος γὰρ ἀνθʼ ὕπνου παραστατεῖ,
- τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ·
- ὅταν δʼ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
- ὕπνου τόδʼ ἀντίμολπον ἐντέμνων ἄκος,
- κλαίω τότʼ οἴκου τοῦδε συμφορὰν στένων
- οὐχ ὡς τὰ πρόσθʼ ἄριστα διαπονουμένου.