Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
  2. πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους[*](σιγὰς ἀτίμους ἀλοιδόρους Hermann: σιγᾶς ἄτιμος ἀλοίδορος codd.)
  3. ἄλγιστ᾽[*](ἄλγιστ᾽ Enger: ἅδιστος codd.) ἀφημένων[*](ἀφημένων Dindorf: ἀφεμένων codd.) ἰδεῖν.
  4. πόθῳ δ᾽ ὑπερποντίας
  5. φάσμα δόξει δόμων ἀνάσσειν.
  6. εὐμόρφων δὲ κολοσσῶν
  7. ἔχθεται χάρις ἀνδρί:
  8. ὀμμάτων δ᾽ ἐν ἀχηνίαις
  9. ἔρρει πᾶσ᾽ Ἀφροδίτα.
Χορός
  1. ὀνειρόφαντοι δὲ πενθήμονες
  2. πάρεισι δόξαι φέρου-
  3. σαι χάριν ματαίαν.
  4. μάταν γάρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,[*](ὁρᾷ Scholefield: ὁρᾶν codd.)
  5. παραλλάξασα διὰ χερῶν,
  6. βέβακεν ὄψις οὐ μεθύστερον
  7. πτεροῖς ὀπαδοῦσ᾽[*](ὀπαδοῦσ᾽ Dobree: ὀπαδοῖς codd.) ὕπνου κελεύθοις.”
  8. τὰ μὲν κατ᾽ οἴκους ἐφ᾽ ἑστίας ἄχη
  9. τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα.
  10. τὸ πᾶν δ᾽ ἀφ᾽ Ἕλλανος[*](Ἕλλανος Bamberger: Ἑλλάδος codd.) αἴας συνορμένοις
  11. πένθεια τλησικάρδιος[*](fort. τηξικάρδιος (e gloss. in cod. Fa τήκουσα τὴν καρδίαν) Auratus)