Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τὸ δ᾽ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν.
  2. πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽[*](τήνδ᾽ Hermann: τὴν codd.) ὄνησιν εἱλόμην.
Χο.
  1. γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις.
  2. ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια
  3. θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
  4. χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
  1. ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
  2. μεγάλων κόσμων κτεάτειρα,
  3. ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες
  4. στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
  5. μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι
  6. μέγα δουλείας
  7. γάγγαμον, ἄτης παναλώτου.
  8. Δία τοι ξένιον μέγαν αἰδοῦμαι
  9. τὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳ
  10. τείνοντα πάλαι τόξον, ὅπως ἂν
  11. μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρων
  12. βέλος ἠλίθιον σκήψειεν.
Χορός
  1. Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
  2. πάρεστιν[*](πάρεστιν Hartung: πάρεστι codd.) τοῦτό γ᾽ ἐξιχνεῦσαι.