Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
  2. ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγος
  3. πικρὸν Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη,
  4. θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
  5. οἶμαί σφʼ ἐρατῶν ἐκ βαθυκόλπων
  6. στηθέων ἥσειν ἄλγος ἐπάξιον.
  7. ἡμᾶς δὲ δίκη πρότερον φήμης
  8. τὸν δυσκέλαδόν θʼ ὕμνον Ἐρινύος
  9. ἰαχεῖν Ἀίδα τʼ
  10. ἐχθρὸν παιᾶνʼ ἐπιμέλπειν.
  11. ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι
  12. στρόφον ἐσθῆσιν περιβάλλονται,