Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ακτὰ πήματʼ οὐ λόγῳ.
Χορός
  1. τάδʼ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·
  2. διπλαῖ μέριμναι, διδυμάνορα
  3. κάκʼ αὐτοφόνα, δίμοιρα τέ-
  4. λεια τάδε πάθη. τί φῶ;
  5. τί δʼ ἄλλο γʼ ἢ πόνοι πόνων
  6. δόμων ἐφέστιοι;
  7. ἀλλὰ γόων, ὦ φίλαι, κατʼ οὖρον
  8. ἐρέσσετʼ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
  9. πίτυλον, ὃς αἰὲν διʼ Ἀχέροντʼ ἀμείβεται
  10. τὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα,
  11. τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον