Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὅσον τότʼ Οἰδίπουν τίον,
- τὰν ἁρπαξάνδραν
- κῆρʼ ἀφελόντα χώρας;
- ἐπεὶ δʼ ἀρτίφρων
- ἐγένετο μέλεος ἀθλίων
- γάμων, ἐπʼ ἄλγει δυσφορῶν
- μαινομένᾳ κραδίᾳ
- δίδυμα κάκʼ ἐτέλεσεν·
- πατροφόνῳ χερὶ τῶν
- κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη·
- τέκνοις δʼ ἀγρίας
- ἐφῆκεν ἐπικότους τροφᾶς,
- αἰαῖ, πικρογλώσσους ἀράς,
- καί σφε σιδαρονόμῳ
- διὰ χερί ποτε λαχεῖν
- κτήματα· νῦν δὲ τρέω
- μὴ τελέσῃ καμψίπους Ἐρινύς.
- θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
- πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·
- πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·