Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ῥίζαν αἱματόεσσαν
- ἔτλα· παράνοια συνᾶγε
- νυμφίους φρενώλεις.
- κακῶν δʼ ὥσπερ θάλασσα κῦμʼ ἄγει·
- τὸ μὲν πίτνον, ἄλλο δʼ ἀείρει
- τρίχαλον, ὃ καὶ περὶ πρύμ-
- ναν πόλεως καχλάζει.
- μεταξὺ δʼ ἀλκὰ διʼ ὀλίγου
- τείνει, πύργος ἐν εὔρει.
- δέδοικα δὲ σὺν βασιλεῦσι
- μὴ πόλις δαμασθῇ.
- τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν
- βαρεῖαι καταλλαγαί· τὰ δʼ ὀλοὰ
- πελόμενʼ οὐ παρέρχεται.
- πρόπρυμνα δʼ ἐκβολὰν φέρει
- ἀνδρῶν ἀλφηστᾶν
- ὄλβος ἄγαν παχυνθείς.
- τίνʼ ἀνδρῶν γὰρ τοσόνδʼ ἐθαύμασαν
- θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ
- πολύβατός τʼ ἀγὼν βροτῶν,